Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.68.5 | Hdt. 3.69.4 (English) | >>Hdt. 3.70.3 |
3.69.2 “ὦ θύγατερ , δεῖ σε γεγονυῖαν εὖ κίνδυνον ἀναλαβέσθαι τὸν ἂν ὁ πατὴρ ὑποδύνειν κελεύῃ . εἰ γὰρ δὴ μή ἐστι ὁ Κύρου Σμέρδις ἀλλὰ τὸν καταδοκέω ἐγώ , οὔτοι μιν σοί τε συγκοιμώμενον καὶ τὸ Περσέων κράτος ἔχοντα δεῖ χαίροντα ἀπαλλάσσειν , ἀλλὰ δοῦναι δίκην .
3.69.3 νῦν ὦν ποίησον τάδε · ἐπεὰν σοὶ συνεύδῃ καὶ μάθῃς αὐτὸν κατυπνωμένον , ἄφασον αὐτοῦ τὰ ὦτα · καὶ ἢν μὲν φαίνηται ἔχων ὦτα , νόμιζε σεωυτὴν Σμέρδι τῷ Κύρου συνοικέειν , ἢν δὲ μὴ ἔχων , σὺ δὲ τῷ Μάγῳ Σμέρδι .”
3.69.4 ἀντιπέμπει πρὸς ταῦτα ἡ Φαιδύμη φαμένη κινδυνεύσειν μεγάλως , ἢν ποιέῃ ταῦτα · εἰ γὰρ δὴ μὴ τυγχάνει τὰ ὦτα ἔχων , ἐπίλαμπτος δὲ ἀφάσσουσα ἔσται , εὖ εἰδέναι ὡς ἀιστώσει μιν · ὅμως μέντοι ποιήσειν ταῦτα .
3.69.5 ἡ μὲν δὴ ὑπεδέξατο ταῦτα τῷ πατρὶ κατεργάσεσθαι . τοῦ δὲ Μάγου τούτου τοῦ Σμέρδιος Κῦρος ὁ Καμβύσεω ἄρχων τὰ ὦτα ἀπέταμε ἐπʼ αἰτίῃ δή τινι οὐ σμικρῇ .
3.69.6 ἡ ὦν δὴ Φαιδύμη αὕτη , ἡ τοῦ Ὀτάνεω θυγάτηρ , πάντα ἐπιτελέουσα τὰ ὑπεδέξατο τῷ πατρί , ἐπείτε αὐτῆς μέρος ἐγίνετο τῆς ἀπίξιος παρὰ τὸν Μάγον (ἐν περιτροπῇ γὰρ δὴ αἱ γυναῖκες φοιτέουσι τοῖσι Πέρσῃσι ), ἐλθοῦσα παρʼ αὐτὸν ηὗδε , ὑπνωμένου δὲ καρτερῶς τοῦ Μάγου ἤφασε τὰ ὦτα . μαθοῦσα δὲ οὐ χαλεπῶς ἀλλʼ εὐπετέως οὐκ ἔχοντα τὸν ἄνδρα ὦτα , ὡς ἡμέρη τάχιστα ἐγεγόνεε , πέμψασα ἐσήμηνε τῷ πατρὶ τὰ γενόμενα .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.68.5 | Hdt. 3.69.4 (English) | >>Hdt. 3.70.3 |